Nemean
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἄμπνευμα σεμνὸν Ἀλφεοῦ,
- κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία,
- δέμνιον Ἀρτέμιδος,
- Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς
- ὕμνος ὁρμᾶται θέμεν
- αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν·
- ἅρμα δʼ ὀτρύνει Χρομίου Νεμέα θʼ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος.
- ἀρχαὶ δὲ βέβληνται θεῶν
- κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς.
- ἔστι δʼ ἐν εὐτυχίᾳ
- πανδοξίας ἄκρον· μεγάλων δʼ ἀέθλων
- Μοῖσα μεμνᾶσθαι φιλεῖ.
- σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας
- Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς
- Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς.
- ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος
- λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις
- μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών.
- ἔσταν δʼ ἐπʼ αὐλείαις θύραις
- ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος,