Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. διδύμων κρατησίμαχον σθένος υἱῶν.
  2. κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει,
  3. μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα·
  4. τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν
  5. μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ
  6. φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι,
  7. σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών·
  8. οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ
  9. μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω.
  10. κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν
  11. παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν.
  12. πλεῖστα νικάσαντά σε καὶ τελεταῖς
  13. ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον
  14. παρθενικαὶ πόσιν ἢ
  15. υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν,
  16. ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου
  17. Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν
  18. ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν
  19. δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι
  20. καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν