Pythian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
- προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ
- κρηπῖδʼ ἀοιδᾶν
- ἵπποισι βαλέσθαι.
- ἐπεὶ τίνα πάτραν, τίνα οἶκον
- ναίων ὀνυμάξεαι
- ἐπιφανέστερον
- Ἑλλάδι πυθέσθαι;
- πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ
- Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον
- Πυθῶνι δίᾳ
- θαητὸν ἔτευξαν.
- ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ
- νῖκαι, μία δʼ ἐκπρεπὴς
- Διὸς Ὀλυμπιάς,
- δύο δʼ ἀπὸ Κίρρας,
- ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων.
- νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι,
- φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα.
- φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν