Pythian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
  2. ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
  3. τὰ μὲν παρίκει·
  4. τῶν νῦν δὲ καὶ Θρασύβουλος
  5. πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
  6. πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
  7. νόῳ δὲ πλοῦτον ἄγει,
  8. ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων,
  9. σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων·
  10. τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.