Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν
  2. κραταιὸν ἔγχος·
  3. Μεσσανίου δὲ γέροντος
  4. δονηθεῖσα φρὴν βόασε παῖδα ὅν·
  5. χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ
  6. μένων δʼ ὁ θεῖος ἀνὴρ
  7. πρίατο μὲν θανάτοιο κομιδὰν πατρός,
  8. ἐδόκησέν τε τῶν πάλαι γενεᾷ
  9. ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις,
  10. ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν.
  11. τὰ μὲν παρίκει·
  12. τῶν νῦν δὲ καὶ Θρασύβουλος
  13. πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα,
  14. πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν.
  15. νόῳ δὲ πλοῦτον ἄγει,
  16. ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων,
  17. σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων·
  18. τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον.
  1. κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι
  2. προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ