Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. λόγοισι θνατῶν
  2. εὔδοξον ἅρματι νίκαν
  3. Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ.
  4. σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν
  5. ἄγεις ἐφημοσύναν,
  6. τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ
  7. Φιλύρας υἱὸν ὀρφανιζομένῲ
  8. Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν,
  9. βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν,
  10. θεῶν σέβεσθαι·
  11. ταύτας δὲ μή ποτε τιμᾶς
  12. ἀμείρειν γονέων βίον πεπρωμένον.
  13. ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς
  14. νόημα τοῦτο φέρων,
  15. ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον
  16. ἀναμείναις στράταρχον Αἰθιόπων
  17. Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα
  18. Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν
  19. κραταιὸν ἔγχος·
  20. Μεσσανίου δὲ γέροντος