Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ
  2. καθέσσαντο μονόδροπον φυτόν.
  3. ἑκόντι τοίνυν πρέπει
  4. νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι.
  5. Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες.
  6. μακάριος, ὃς ἔχεις
  7. καὶ πεδὰ μέγαν κάματον
  8. λόγων φερτάτων
  9. μναμήϊʼ· ἐν τεσσαράκοντα γὰρ
  10. πετόντεσσιν ἁνιόχοις ὅλον
  11. δίφρον κομίξαις ἀταρβεῖ φρενί,
  12. ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν
  13. ἀέθλων καὶ πατρωΐαν πόλιν.
  14. πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται·
  15. ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων,
  16. πύργος ἄστεος ὄμμα τε φαεννότατον
  17. ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι
  18. λέοντες περὶ δείματι φύγον,
  19. γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν·
  20. ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων