Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες·
  2. καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας
  3. εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον
  4. Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών,
  5. υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ,
  6. τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις·
  7. τετράτων παίδων κʼ ἐπιγινομένων
  8. αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας
  9. ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν.
  10. νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν
  11. ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν
  12. νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων
  13. δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι
  14. Φοῖβος ἀμνάσει θέμισσιν
  15. Πύθιον ναὸν καταβάντα χρόνῳ
  16. ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.
  17. ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ
  18. ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες.
  19. ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ
  20. χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ·