Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας
  2. ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,
  3. τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας
  4. λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.
  5. ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι
  6. τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας
  7. ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν
  8. μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι
  9. Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,
  10. δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη
  11. ἔκ τε ματρυιᾶς ἀθέων βελέων.
  12. ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ,
  13. εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν.
  14. τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν
  15. καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς
  16. ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.
  17. σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν·
  18. ἀτὰρ Ἰάσων αὐτὸς ἤδη
  19. ὤρνυεν κάρυκας ἐόντα πλόον
  20. φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι