Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
  2. εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ
  3. καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς
  4. ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
  5. λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει
  6. ὁμογόνοις, αἰδῶ καλύψαι.
  7. οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
  8. οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ
  9. καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις
  10. ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων·
  11. κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν·
  12. ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας
  13. ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας,
  14. τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας
  15. λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.
  16. ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι
  17. τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας
  18. ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν
  19. μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι
  20. Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους,