Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
  2. συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν
  3. ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·
  4. ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν
  5. Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων
  6. μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
  7. βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,
  8. ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι
  9. κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως·
  10. ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον.
  11. εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ
  12. καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς
  13. ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον
  14. λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει
  15. ὁμογόνοις, αἰδῶ καλύψαι.
  16. οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν
  17. οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ
  18. καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις
  19. ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων·
  20. κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν·