Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων,
  2. ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον
  3. γόνον ἰδὼν κάλλιστον ἀνδρῶν.
  4. καὶ κασίγνητοί σφισιν ἀμφότεροι
  5. ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών,
  6. ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος,
  7. εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ
  8. μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος,
  9. ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν,
  10. ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις
  11. ἱερὸν εὐζοίας ἄωτον.
  12. ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ
  13. συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν
  14. ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον·
  15. ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν
  16. Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων
  17. μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον
  18. βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου,
  19. ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι
  20. κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως·