Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις
  2. ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι
  3. πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί.
  4. εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον
  5. οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν
  6. οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν
  7. οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ
  8. Αἰόλῳ καὶ παισί, τιμάν.
  9. πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν
  10. ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων·
  11. τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου
  12. ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν
  13. ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν
  14. κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις,
  15. νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν.
  16. ἀλλὰ τούτων μὲν κεφάλαια λόγων
  17. ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως·
  18. Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων.
  19. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.
  20. ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός.