Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι
  2. ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον
  3. ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν
  4. μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται·
  5. τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν
  6. ἄθρησον χάριν ἑπτακτύπου
  7. φόρμιγγος ἀντόμενος.
  8. γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ
  9. καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν
  10. ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν·
  11. οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ.
  12. ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες,
  13. ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι.
  14. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει;
  15. ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν
  16. σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος ἅλμας.