Pythian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον.
  2. εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν,
  3. ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,
  4. εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων,
  5. λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,
  6. τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.
  7. Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.
  8. εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου
  9. οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον
  10. δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος
  11. οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν
  12. ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.