Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν
  2. φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν
  3. ἢ πατρὶ Πυθονίκῳ
  4. τό γέ νυν ἢ Θρασυδαίῳ·
  5. τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.
  6. τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,
  7. Ὀλυμπίᾳ ἀγώνων πολυφάτων
  8. ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·