Pythian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται
  2. ἔμμεν ἄπιστον.
  3. κώπαν σχάσον, ταχὺ δʼ ἄγκυραν ἔρεισον χθονὶ
  4. πρῴραθε, χοιράδος ἄλκαρ πέτρας.
  5. ἐγκωμίων γὰρ ἄωτος ὕμνων
  6. ἐπʼ ἄλλοτʼ ἄλλον ὥτε μέλισσα θύνει λόγον.
  7. ἔλπομαι δʼ Ἐφυραίων
  8. ὄπʼ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν
  9. τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς
  10. ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,
  11. νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ
  12. ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας·