Olympian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων
  2. Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν
  3. κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει
  4. ὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖς
  5. ἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.
  6. εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·
  7. ἀλλʼ ἀπήμαντον ἄγων βίοτον
  8. αὐτούς τʼ ἀέξοι καὶ πόλιν.