Olympian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. ἄρμενα πράξαις ἀνήρ.
  2. ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι
  3. χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,
  4. ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.
  5. ἔστι δὲ καί τι θανόντεσσιν μέρος
  6. κὰν νόμον ἐρδομένων·
  7. κατακρύπτει δʼ οὐ κόνις
  8. συγγόνων κεδνὰν χάριν.