Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,
  2. Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν
  3. τείχεος, ἦν ὅτι νιν πεπρωμένον
  4. ὀρνυμένων πολέμων
  5. πτολιπόρθοις ἐν μάχαις
  6. λάβρον ἀμπνεῦσαι καπνόν.
  7. γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,
  8. πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,
  9. αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον·
  10. εἷς δʼ ἀνόρουσε βοάσαις.
  11. ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων·
  12. Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται·
  13. ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα
  14. πεμφθὲν βαρυγδούπου Διός·
  15. οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεται