Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,
  2. Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ
  3. θῆκεν Ὀλυμπιονίκαν.
  4. ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχων
  5. ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·
  6. ἔνθα σώτειρα Διὸς ξενίου
  7. πάρεδρος ἀσκεῖται Θέμις
  8. ἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,
  9. ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,
  10. δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώραν
  11. παντοδαποῖσιν ὑπέστασε ξένοις
  12. κίονα δαιμονίαν
  13. ὁ δʼ ἐπαντέλλων χρόνος
  14. τοῦτο πράσσων μὴ κάμοι
  15. Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·