Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
- εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
- πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
- ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
- χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν
- μὴ παρφάμεν,
- ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ
- ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ
- ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς
- νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,
- πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν
- ἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους
- παῖδας, ὧν εἷς μὲν Κάμειρον
- πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον,
- διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,
- ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.
- τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ
- ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,
- ὥσπερ θεῷ,
- μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας