Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
  2. ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·
  3. ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
  4. φαντὶ δʼ ἀνθρώπων παλαιαὶ
  5. ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
  6. φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
  7. ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
  8. ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
  9. καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
  10. ἁγνὸν θεόν.
  11. μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς
  12. εἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν
  13. πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.
  14. ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν
  15. χεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγαν