Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- παισὶν φίλοις,
- ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι
- πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τʼ ἐγχειβρόμῳ. ἐν δʼ ἀρετὰν
- ἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι Προμαθέος Αἰδώς·
- ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος,
- καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν
- ἔξω φρενῶν.
- καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ· τεῦξαν δʼ ἀπύροις ἱεροῖς
- ἄλσος ἐν ἀκροπόλει· κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν
- πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν
- πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.
- ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·
- ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.
- φαντὶ δʼ ἀνθρώπων παλαιαὶ
- ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,
- φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,
- ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.
- ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·
- καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,
- ἁγνὸν θεόν.