Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. αἰνέσω πυγμᾶς ἄποινα
  2. καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,
  3. Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας
  4. ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.
  5. ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου
  6. ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,
  7. Ἡρακλέος
  8. εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαι
  9. ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαι
  10. ἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν,
  11. ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.
  12. καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον
  13. σκάπτῳ θένων
  14. σκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέας
  15. τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ
  16. παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.
  17. τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον
  18. εἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,
  19. ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,
  20. ἁνίχʼ Ἁφαίστου τέχναισιν