Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.
- δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,
- ἅ μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς·
- ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,
- πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ
- πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων
- ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,
- Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,
- γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσιν
- λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,
- ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·
- εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·
- τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,
- ἄρτια μηδόμενος, φοινικόπεζαν
- ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,
- καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν
- λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.
- σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον
- οἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,
- ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳ