Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴς
- πατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,
- δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.
- ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·
- ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον
- μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν
- ψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼν
- Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ
- ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,
- Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.
- ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.
- ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰς
- ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει
- χρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων
- τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον
- ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.
- εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες
- ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις
- πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλων
- Ἀρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,