Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας
- πραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·
- ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμος
- ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα
- λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν
- δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ
- ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶ
- πετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ
- εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν
- πατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοις
- ἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.
- ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαι
- οὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐν
- κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,
- ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν
- σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ
- τοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβεν
- καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,
- ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,
- αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,