Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- μαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.
- ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,
- ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷ
- βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν
- καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι
- ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ
- ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·
- πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·
- ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται
- παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.
- κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·
- κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσεν
- ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,
- ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·
- ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.
- οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.
- ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,
- ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.
- ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα
- κάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας