Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸς
  2. τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.
  3. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων
  4. ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις
  5. Ἀμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.
  1. φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν
  2. ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ
  3. δωρήσεται
  4. νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,
  5. συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων
  6. παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·
  7. καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις
  8. ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,
  9. ἱλάσκομαι,
  10. Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.
  11. ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ
  12. θαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.
  13. καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν
  14. ὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,
  15. εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενον