Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτων
  2. σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν
  3. τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,
  4. καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,
  5. κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,
  6. ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·
  7. αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον
  8. κινδύνῳ κεκαλυμμένον· ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.