Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
- εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
- νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
- οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον
- κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.
- ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραι
- ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψαν
- ὑψηλοτάτων μάρτυρʼ ἀέθλων.
- ξείνων δʼ εὖ πρασσόντων ἔσαναν αὐτίκʼ ἀγγελίαν
- ποτὶ γλυκεῖαν ἐσλοί.
- ἀλλʼ, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,
- ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,
- Οὐλυμπιονίκαν δέκευ
- Χαρίτων ἕκατι τόνδε κῶμον,
- χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει
- ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι
- σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων
- εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲν
- τροφαῖς ἑτοῖμον ἵππων,
- χαίροντά τε ξενίαις πανδόκοις