Olympian

Pindar

Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor

  1. εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
  2. εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
  3. νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
  4. οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον
  5. κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.