Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ
  2. δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,
  3. εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν
  4. χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα
  5. ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.
  6. τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα
  7. ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.
  8. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου
  9. ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
  10. σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
  11. τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν
  12. ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
  13. διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
  14. Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
  15. ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,
  16. εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς.
  17. εἰ δʼ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος,
  18. νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται
  19. οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δʼ ἔστι σοφοῖς ἄβατον
  20. κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην.