Olympian
Pindar
Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).
- καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶ
- θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·
- ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.
- τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.
- δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα
- Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ
- δέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,
- εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθεν
- χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέτα
- ἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.
- τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα
- ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.
- τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου
- ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται
- σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.
- τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμειν
- ἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου
- διφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις
- Θήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν
- ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,