Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- Καφισίων ὑδάτων
- λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,
- ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι
- Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,
- κλῦτʼ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ
- τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,
- εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.
- οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ
- κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι
- ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ
- Πύθιον Ἀπόλλωνα θρόνους,
- ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.
- ὦ πότνιʼ Ἀγλαΐα
- φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου
- παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε
- ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ
- κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ
- ἔν τε μελέταις ἀείδων ἔμολον,
- οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυεία
- σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον