Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- τρισολυμπιονίκαν
- ἐπαινέων οἶκον ἅμερον ἀστοῖς,
- ξένοισι δὲ θεράποντα, γνώσομαι
- τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου
- πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.
- ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,
- Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,
- χρύσεαι παῖδες εὐβούλου Θέμιτος·
- ἐθέλοντι δʼ ἀλέξειν
- Ὕβριν, Κόρου ματέρα θρασύμυθον.
- ἔχω καλά τε φράσαι, τόλμα τέ μοι
- εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.
- ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.
- ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν
- ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,
- πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλον
- ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.
- ταὶ Διωνύσου πόθεν ἐξέφανεν
- σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·
- τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,