Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
- Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.
- τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ
- νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
- κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
- πόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντʼ ἐλπίδες·
- σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίων
- πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν·
- τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.
- πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
- ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖς
- ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
- υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,
- ἐνδομάχας ἅτʼ ἀλέκτωρ, συγγόνῳ παρʼ ἑστίᾳ
- ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,
- εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
- νῦν δʼ Ὀλυμπία στεφανωσάμενος
- καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,
- θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρʼ οἰκείαις ἀρούραις.