Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. ὀμβρίων παίδων νεφέλας.
  2. εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
  3. ὑστέρων ἀρχὰ λόγων
  4. τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
  5. ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις
  6. οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
  7. γλῶσσα ποιμαίνειν ἐθέλει·
  8. ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
  9. ἴσθι νῦν, Ἀρχεστράτου
  10. παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
  11. κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
  12. ἁδυμελῆ κελαδήσω,
  13. Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.
  14. ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαι
  15. ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν
  16. μηδʼ ἀπείρατον καλῶν,
  17. ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ
  18. ἐμφυὲς οὔτʼ αἴθων ἀλώπηξ
  19. οὔτʼ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.