Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. οὔτʼ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.
  1. λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,
  2. Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.
  3. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ
  4. νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι
  5. κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν
  6. πόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντʼ ἐλπίδες·
  7. σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίων
  8. πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν·
  9. τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.
  10. πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,
  11. ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖς
  12. ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.
  13. υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,
  14. ἐνδομάχας ἅτʼ ἀλέκτωρ, συγγόνῳ παρʼ ἑστίᾳ
  15. ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,
  16. εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.
  17. νῦν δʼ Ὀλυμπία στεφανωσάμενος
  18. καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,
  19. θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρʼ οἰκείαις ἀρούραις.