Olympian
Pindar
Pindar, creator; Sandys, John Edwin, Sir, 1844-1922, editor
- ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα
- χρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,
- ὀμβρίων παίδων νεφέλας.
- εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι
- ὑστέρων ἀρχὰ λόγων
- τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.
- ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαις
- οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα
- γλῶσσα ποιμαίνειν ἐθέλει·
- ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.
- ἴσθι νῦν, Ἀρχεστράτου
- παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν
- κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας
- ἁδυμελῆ κελαδήσω,
- Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.
- ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαι
- ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν
- μηδʼ ἀπείρατον καλῶν,
- ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ
- ἐμφυὲς οὔτʼ αἴθων ἀλώπηξ