Olympian

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. κεῖνον ἱππίῳ νόμῳ
  2. Αἰοληΐδι μολπᾷ
  3. χρή· πέποιθα δὲ ξένον
  4. μή τινʼ, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον,
  5. τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.
  6. θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται
  7. ἔχων τοῦτο κᾶδος, Ἱέρων,
  8. μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,
  9. ἔτι γλυκυτέραν κεν ἔλπομαι
  10. σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων
  11. παρʼ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν
  12. Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·
  13. ἐπʼ ἄλλοισι δʼ ἄλλοι μεγάλοι. τὸ δʼ ἔσχατον
  14. κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.
  15. εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις
  16. ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθʼ Ἕλλανας ἐόντα παντᾷ.
  1. ἀναξιφόρμιγγες ὕμνοι,
  2. τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;
  3. ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέης
  4. ἀκρόθινα πολέμου·