On Hunting

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

πρῶτον μὲν οὖν χρὴ εἶναι μεγάλας, εἶτα ἐχούσας τὰς κεφαλὰς ἐλαφράς, σιμάς, ἀρθρώδεις, ἰνώδη τὰ κάτωθεν τῶν μετώπων, ὄμματα μετέωρα, μέλανα, λαμπρά, μέτωπα πλατέα, τὰς διακρίσεις βαθείας, ὦτα μικρά, λεπτά, ψιλὰ ὄπισθεν, τραχήλους μακρούς, ὑγρούς, περιφερεῖς, στήθη πλατέα, μὴ ἄσαρκα ἀπὸ τῶν ὤμων, τὰς ὠμοπλάτας διεστώσας μικρόν, σκέλη τὰ πρόσθια μικρά, ὀρθά, στρογγύλα, στιφρά, ὀρθοὺς τοὺς ἀγκῶνας, πλευρὰς μὴ ἐπὶ γῆν βαθείας, ἀλλʼ εἰς τὸ πλάγιον παρηκούσας, ὀσφῦς σαρκώδεις, τὰ μεγέθη μεταξὺ μακρῶν καὶ βραχειῶν, μήτε ὑγρὰς λίαν μήτε σκληράς, λαγόνας μεταξὺ μεγάλων καὶ μικρῶν, ἰσχία στρογγύλα, ὄπισθεν σαρκώδη, ἄνωθεν δὲ μὴ συνδεδεμένα, ἔνδοθεν δὲ προσεσταλμένα, τὰ κάτωθεν τῶν κενεώνων λαγαρὰ καὶ αὐτοὺς τοὺς κενεῶνας, οὐρὰς μακράς, ὀρθάς, λιγυράς, μηριαίας μὴ σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.

καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.

ἰχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι, τιθεῖσαι τὰς κεφαλὰς ἐπὶ γῆν λεχρίας, ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη, ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι, ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς ποιούμεναι πρὸς τὰς εὐνὰς προΐτωσαν ὁμοῦ διὰ τοῦ ἴχνους ἅπασαι.

ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ, δῆλον ποιείτωσαν τῷ κυνηγέτῃ θᾶττον φοιτῶσαι, μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ, ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τῶν ὀμμάτων, ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ, καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων, καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.

διωκέτωσαν δὲ ἐρρωμένως καὶ μὴ ἐπανιεῖσαι σὺν πολλῇ κλαγγῇ καὶ ὑλαγμῷ, συνεκπερῶσαι μετὰ τοῦ λαγῶ πάντῃ. μεταθείτωσαν δὲ ταχὺ καὶ λαμπρῶς, πυκνὰ μεταφερόμεναι καὶ ἐπανακλαγγάνουσαι δικαίως· πρὸς δὲ τὸν κυνηγέτην μὴ ἐπανίτωσαν λιποῦσαι τὰ ἴχνη.

μετὰ δὲ τοῦ εἴδους καὶ τοῦ ἔργου τούτου εὔψυχοι ἔστωσαν καὶ εὔρινες καὶ εὔποδες καὶ εὔτριχες. εὔψυχοι μὲν οὖν ἔσονται, ἐὰν μὴ λείπωσι τὰ κυνηγέσια ὅταν ᾖ πνίγη· εὔρινες δέ, ἐὰν τοῦ λαγῶ ὀσφραίνωνται ἐν τόποις ψιλοῖς, ξηροῖς, προσηλίοις τοῦ ἄστρου ἐπιόντος· εὔποδες δέ, ἐὰν τῇ αὐτῇ ὥρᾳ μὴ καταρρηγνύωνται αὐτῶν οἱ πόδες τὰ ὄρη θεουσῶν· εὔτριχες δέ, ἐὰν ἔχωσι λεπτὴν καὶ πυκνὴν καὶ μαλακὴν τὴν τρίχα.

τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο, ἀλλὰ τὸ ἁπλοῦν καὶ θηριῶδες.

αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι, αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς, βαθείας, καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω, ἄνωθεν δὲ μετρίας.

ἄγειν δὲ ἄμεινον τὰς κύνας εἰς τὰ ὄρη πολλάκις, τὰ δὲ ἔργα ἧττον· τὰ μὲν γὰρ ὄρη οἷόν τʼ ἐστὶ καὶ ἰχνεύειν καὶ μεταθεῖν καθαρῶς, τὰ δὲ ἔργα οὐδέτερα διὰ τοὺς τριμμούς.

ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας εἰς τὰ τραχέα· καὶ γὰρ εὔποδες γίγνονται καὶ τὰ σώματα διαπονοῦσαι ἐν τόποις τοιούτοις ὠφελοῦνται.

ἀγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας, χειμῶνος δὲ διʼ ἡμέρας, μετοπώρου δʼ ἔξω μεσημβρίας, ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια.