On Hunting

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἀποθνῄσκουσι δὲ κύνες πολλαὶ ἐν τῇ τοιαύτῃ θήρᾳ καὶ αὐτοὶ οἱ κυνηγέται κινδυνεύουσιν, ὅταν γε ἐν ταῖς μεταδρομαῖς ἀπειρηκότι ἀναγκάζωνται προσιέναι ἔχοντες τὰ προβόλια ἢ ἐν ὕδατι ὄντι ἢ ἐφεστῶτι πρὸς ἀποκρήμνῳ ἢ ἐκ δασέος μὴ θέλοντι ἐξιέναι· οὐ γὰρ κωλύει αὐτὸν οὔτε ἄρκυς οὔτε ἄλλο οὐδὲν φέρεσθαι ὁμόσε τῷ πλησιάζοντι· ὅμως μέντοι προσιτέον, ὅταν ἔχῃ οὕτως, καὶ ἐπιδεικτέον τὴν εὐψυχίαν, διʼ ἣν εἵλοντο ἐκπονεῖν τὴν ἐπιθυμίαν ταύτην.

χρηστέον δὲ τῷ προβολίῳ καὶ ταῖς προβολαῖς τοῦ σώματος ὡς εἴρηται· εἰ γάρ τι καὶ πάσχοι, οὐκ ἂν διά γε τὸ μὴ ὀρθῶς ποιεῖν πάσχοι.

ἵστανται δὲ αἱ ποδοστράβαι αὐτοῖς ὥσπερ ταῖς ἐλάφοις ἐν τοῖς αὐτοῖς τόποις, καὶ ἐπισκέψεις αἱ αὐταὶ καὶ μεταδρομαὶ καὶ αἱ πρόσοδοι καὶ αἱ χρεῖαι τοῦ προβολίου.

τὰ δὲ νεογενῆ αὐτῶν ὅταν ἁλίσκηται, χαλεπῶς τοῦτο πάσχει· οὔτε γὰρ μονοῦται, ἕως ἂν μικρὰ ᾖ, ὅταν τε αἱ κύνες εὕρωσιν ἢ προΐδῃ τι, ταχὺ εἰς τὴν ὕλην ἀφανίζεται, ἕπονταί τε ἐπὶ πολὺ ἄμφω ὧν ἂν ὦσι, χαλεποὶ ὄντες τότε καὶ μᾶλλον μαχόμενοι ὑπὲρ ἐκείνων ἢ ὑπὲρ αὑτῶν.