On the Cavalry Commander

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἀλλὰ γὰρ οὐδὲν ἄν τις δύναιτο πλάσαι οἷον βούλεται, εἰ μὴ ἐξ ὧν γε πλάττοιτο παρεσκευασμένα εἴη ὡς πείθεσθαι τῇ τοῦ χειροτέχνου γνώμῃ· οὐδέ γʼ ἂν ἐξ ἀνδρῶν, εἰ μὴ σὺν θεῷ οὕτω παρεσκευασμένοι ἔσονται ὡς φιλικῶς τε ἔχειν πρὸς τὸν ἄρχοντα καὶ φρονιμώτερον σφῶν αὐτὸν ἡγεῖσθαι περὶ τῶν πρὸς τοὺς πολεμίους ἀγώνων.

εὐνοϊκῶς μὲν οὖν ἔχειν καὶ ἐκ τῶνδε εἰκὸς τοὺς ἀρχομένους, ὅταν φιλοφρόνως τε ἔχῃ πρὸς αὐτοὺς καὶ προνοῶν φαίνηται ὅπως τε σῖτον ἕξουσι καὶ ὅπως ἀσφαλῶς μὲν ἀποχωρήσουσι, πεφυλαγμένως δὲ ἀναπαύσονται.

ἐν δὲ ταῖς φρουραῖς χρὴ καὶ χιλοῦ καὶ σκηνῶν καὶ ὕδατος καὶ φρυγάνων καὶ τῶν ἄλλων ἐπιτηδείων φανερὸν εἶναι ἐπιμελόμενον καὶ προνοοῦντά τε καὶ ἀγρυπνοῦντα ἕνεκα τῶν ἀρχομένων. καὶ ὅταν γε πλέον ἔχῃ τι, τὸ μεταδοῦναι κερδαλέον τῷ προεστηκότι.

ἥκιστα δʼ ἂν καταφρονοῖεν ἄρχοντος, ὡς μὲν συνελόντι εἰπεῖν, εἰ ὁπόσα ἐκείνοις παραινοίη, αὐτὸς ταῦτα βέλτιον ἐκείνων φαίνοιτο ποιῶν.

ἀρξάμενον οὖν δεῖ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν, ὅπως ὁρῶσι τὸν ἄρχοντα δυνάμενον ἐπὶ τοῦ ἵππου καὶ τάφρους ἀσφαλῶς περᾶν καὶ τειχία ὑπερακρίζειν καὶ ἀπʼ ὄχθων κατορούειν καὶ ἀκοντίζειν ἱκανῶς· πάντα γὰρ ταῦτα προκόπτει τι εἰς τὸ μὴ καταφρονεῖσθαι.

ἢν δὲ δὴ καὶ τάττειν γνῶσιν ἐπιστάμενόν τε καὶ δυνάμενον παρασκευάζειν ὡς ἂν πλέον ἔχοιεν τῶν πολεμίων, πρὸς δὲ τούτοις κἀκεῖνο λάβωσιν εἰς τὴν γνώμην, ὡς οὔτʼ ἂν εἰκῇ οὔτʼ ἄνευ θεῶν οὔτε παρὰ τὰ ἱερὰ ἡγήσαιτʼ ἂν ἐπὶ πολεμίους, πάντα ταῦτα πιθανωτέρους τῷ ἄρχοντι τοὺς ἀρχομένους ποιεῖ.