Ways and Means

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἀργύριον μὲν γὰρ πῶς καὶ φωράσειεν ἄν τις τὸ δημόσιον ἐξαγόμενον, ὁμοίου τοῦ ἰδίου ὄντος αὐτῷ; ἀνδράποδα δὲ σεσημασμένα τῷ δημοσίῳ σημάντρῳ καὶ προκειμένης ζημίας τῷ τε πωλοῦντι καὶ τῷ ἐξάγοντι, πῶς ἄν τις ταῦτα κλέψειεν; οὐκοῦν μέχρι μὲν τούτου δυνατὸν φαίνεται τῇ πόλει εἶναι τὸ ἀνθρώπους καὶ κτήσασθαι καὶ φυλάξαι.

εἰ δʼ αὖ τις τοῦτʼ ἐνθυμεῖται, πῶς ἐπειδὰν πολλοὶ ἐργάται γένωνται, πολλοὶ φανοῦνται καὶ οἱ μισθωσόμενοι, ἐκεῖνο κατανοήσας θαρρείτω, ὅτι πολλοὶ μὲν τῶν κατεσκευασμένων προσμισθώσονται τοὺς δημοσίους (πολλὰ γάρ ἐστι τὰ ὑπάρχοντα), πολλοὶ δʼ εἰσὶ καὶ αὐτῶν τῶν ἐν τοῖς ἔργοις γηράσκοντες, πολλοὶ δὲ καὶ ἄλλοι καὶ Ἀθηναῖοι καὶ ξένοι οἳ τῷ σώματι μὲν οὔτε βούλοιντʼ ἂν οὔτε δύναιντʼ ἂν ἐργάζεσθαι, τῇ δὲ γνώμῃ ἐπιμελόμενοι ἡδέως ἂν τὰ ἐπιτήδεια πορίζοιντο.

ἤν γε μέντοι τὸ πρῶτον συστῇ διακόσια καὶ χίλια ἀνδράποδα, εἰκὸς ἤδη ἀπʼ αὐτῆς τῆς προσόδου ἐν ἔτεσι πέντε ἢ ἓξ μὴ μεῖον ἂν τῶν ἑξακισχιλίων γενέσθαι. ἀπό γε μὴν τούτου τοῦ ἀριθμοῦ ἢν ὀβολὸν ἕκαστος ἀτελῆ τῆς ἡμέρας προσφέρῃ, ἡ μὲν πρόσοδος ἑξήκοντα τάλαντα τοῦ ἐνιαυτοῦ.

ἀπὸ δὲ τούτων ἢν εἰς ἄλλα ἀνδράποδα τιθῆται εἴκοσι, τοῖς τετταράκοντα ἤδη ἐξέσται τῇ πόλει χρῆσθαι εἰς ἄλλο ὅ τι ἂν δέῃ. ὅταν δέ γε μύρια ἀναπληρωθῇ, ἑκατὸν τάλαντα ἡ πρόσοδος ἔσται.

ὅτι δὲ δέξεται πολλαπλάσια τούτων μαρτυρήσαιεν ἄν μοι εἴ τινες ἔτι εἰσὶ τῶν μεμνημένων ὅσον τὸ τέλος ηὕρισκε τῶν ἀνδραπόδων πρὸ τῶν ἐν Δεκελείᾳ. μαρτυρεῖ δὲ κἀκεῖνο, ὅτι εἰργασμένων ἀνθρώπων ἐν τοῖς ἀργυρείοις ἐν τῷ παντὶ χρόνῳ ἀναριθμήτων νῦν οὐδὲν διαφέρει τὰ ἀργύρεια ἢ οἷα οἱ πρόγονοι ἡμῶν ὄντα ἐμνημόνευον αὐτά.

καὶ τὰ νῦν δὲ γιγνόμενα πάντα μαρτυρεῖ ὅτι οὐκ ἄν ποτε πλείω ἀνδράποδα ἐκεῖ γένοιτο ἢ ὅσων ἂν τὰ ἔργα δεῖται. οὔτε γὰρ βάθους πέρας οὔτε ὑπονόμων οἱ ὀρύττοντες εὑρίσκουσι.

καὶ μὴν καινοτομεῖν γε οὐδὲν ἧττον ἔξεστι νῦν ἢ πρότερον. οὐ τοίνυν οὐδʼ εἰπεῖν ἂν ἔχοι εἰδὼς οὐδεὶς πότερον ἐν τοῖς κατατετμημένοις πλείων ἀργυρῖτις ἢ ἐν τοῖς ἀτμήτοις ἐστί.

τί δῆτα, φαίη ἄν τις, οὐ καὶ νῦν, ὥσπερ ἔμπροσθεν, πολλοὶ καινοτομοῦσιν; ὅτι πενέστεροι μὲν νῦν εἰσιν οἱ περὶ τὰ μέταλλα· νεωστὶ γὰρ πάλιν κατασκευάζονται· κίνδυνος δὲ μέγας τῷ καινοτομοῦντι·

ὁ μὲν γὰρ εὑρὼν ἀγαθὴν ἐργασίαν πλούσιος γίγνεται, ὁ δὲ μὴ εὑρὼν πάντα ἀπόλλυσιν ὅσα ἂν δαπανήσῃ. εἰς τοῦτον οὖν τὸν κίνδυνον οὐ μάλα πως ἐθέλουσιν οἱ νῦν ἰέναι.

ἐγὼ μέντοι ἔχειν μοι δοκῶ καὶ περὶ τούτου συμβουλεῦσαι ὡς ἂν ἀσφαλέστατα καινοτομοῖτο. εἰσὶ μὲν γὰρ δήπου Ἀθηναίων δέκα φυλαί· εἰ δʼ ἡ πόλις δοίη ἑκάστῃ αὐτῶν ἴσα ἀνδράποδα, αἱ δὲ κοινωσάμεναι τὴν τύχην καινοτομοῖεν, οὕτως ἄν, εἰ μία εὕροι,

πάσαις ἂν λυσιτελὲς ἀποδείξειεν, εἰ δὲ δύο ἢ τρεῖς ἢ τέτταρες ἢ αἱ ἡμίσειαι εὕροιεν, δῆλον ὅτι ἔτι λυσιτελέστερα ἂν τὰ ἔργα ταῦτα γίγνοιτο. τό γε μὴν πάσας ἀποτυχεῖν οὐδενὶ τῶν παρεληλυθότων ἐοικός.

οἷόν τε δὴ οὕτως καὶ ἰδιώτας συνισταμένους καὶ κοινουμένους τὴν τύχην ἀσφαλέστερον κινδυνεύειν. μηδὲ μέντοι τοῦτο φοβεῖσθε, ὡς ἢ τὸ δημόσιον οὕτω κατασκευαζόμενον παραλυπήσει τοὺς ἰδιώτας ἢ οἱ ἰδιῶται τὸ δημόσιον· ἀλλʼ ὥσπερ σύμμαχοι, ὅσῳ ἂν πλείους συνιῶσιν, ἰσχυροτέρους ἀλλήλους ποιοῦσιν, οὕτω καὶ ἐν τοῖς ἀργυρείοις ὅσῳπερ ἂν πλείους ἐργάζωνται, τόσῳ πλείω τἀγαθὰ εὑρήσουσί τε καὶ ἐκφορήσουσι.

καὶ ἐμοὶ μὲν δὴ εἴρηται ὡς ἂν ἡγοῦμαι κατασκευασθείσης τῆς πόλεως ἱκανὴν ἂν πᾶσιν Ἀθηναίοις τροφὴν ἀπὸ κοινοῦ γενέσθαι.

εἰ δέ τινες λογιζόμενοι παμπόλλης ἂν δεῖν ἀφορμῆς εἰς ταῦτα πάντα οὐχ ἡγοῦνται ἱκανὰ ἄν ποτε χρήματα εἰσενεχθῆναι, μηδὲ οὕτως ἀθυμούντων.

οὐ γὰρ οὕτως ἔχει, ὡς ἀνάγκῃ ἅμα ταῦτα πάντα γίγνεσθαι ἢ μηδὲν ὄφελος αὐτῶν εἶναι· ἀλλʼ ὁπόσα ἂν ἢ οἰκοδομηθῇ ἢ ναυπηγηθῇ ἢ ἀνδράποδα ὠνηθῇ, εὐθὺς ταῦτα ἐν ὠφελείᾳ ἔσται.

ἀλλὰ μὴν καὶ τῇδέ γε συμφορώτερον τὸ κατὰ μέρος ἢ τὸ ἅμα πάντα πράττεσθαι. οἰκοδομοῦντές τε γὰρ ἁθρόοι πολυτελέστερον ἂν καὶ κάκιον ἢ κατὰ μέρος ἀποτελοῖμεν, ἀνδράποδα δὲ παμπληθῆ ζητοῦντες ἀναγκαζοίμεθʼ ἂν καὶ χείρω καὶ τιμιώτερα ὠνεῖσθαι.

κατά γε μὴν τὸ δυνατὸν περαίνοντες τὰ μὲν καλῶς γνωσθέντα καὶ αὖθις ἂν ἡμῖν οἰόμεθα·

εἰ δέ τι ἁμαρτηθείη, ἀπεχοίμεθα ἂν αὐτοῦ. ἔτι δὲ πάντων ἅμα γιγνομένων ἡμᾶς ἂν ἅπαντα δέοι ἐκπορίζεσθαι· εἰ δὲ τὰ μὲν περαίνοιτο, τὰ δὲ μέλλοι, ἡ ὑπάρξασα πρόσοδος τὸ ἐπιτήδειον συγκατασκευάζοι ἄν.

ὃ δὲ ἴσως φοβερώτατον δοκεῖ πᾶσιν εἶναι, μή, εἰ ἄγαν πολλὰ κτήσαιτο ἡ πόλις ἀνδράποδα, ὑπεργεμισθείη ἂν τὰ ἔργα, καὶ τούτου τοῦ φόβου ἀπηλλαγμένοι ἂν εἴημεν, εἰ μὴ πλείονας ἀνθρώπους ἢ ὅσους αὐτὰ τὰ ἔργα προσαιτοίη κατʼ ἐνιαυτὸν ἐμβάλοιμεν.

οὕτως ἔμοιγε δοκεῖ, ᾗπερ ῥᾷστον, ταύτῃ καὶ ἄριστον εἶναι ταῦτα πράττειν. εἰ δʼ αὖ διὰ τὰς ἐν τῷ νῦν πολέμῳ γεγενημένας εἰσφορὰς νομίζετʼ ἂν μηδʼ ὁτιοῦν δύνασθαι εἰσενεγκεῖν, ὑμεῖς δὴ ὅσα μὲν πρὸ τῆς εἰρήνης χρήματα ηὕρισκε τὰ τέλη, ἀπὸ τοσούτων καὶ τὸ ἐπιὸν ἔτος διοικεῖτε τὴν πόλιν, ὅσα δʼ ἂν ἐφευρίσκῃ διὰ τὸ εἰρήνην τε εἶναι καὶ διὰ τὸ θεραπεύεσθαι μετοίκους καὶ ἐμπόρους καὶ διὰ τὸ πλειόνων ἀνθρώπων πλείω εἰσάγεσθαι καὶ ἐξάγεσθαι καὶ διὰ τὸ τὰ ἐλλιμένια καὶ τὰς ἀγορὰς αὐξάνεσθαι, ταῦτα λαμβάνοντες κατασκευάζεσθε ὡς ἂν πλεῖσται αἱ πρόσοδοι γίγνοιντο.