Cyropaedia

Xenophon

Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ὁ δὲ Κῦρος, ἄγʼ, ἔφη, ὦ Γωβρύα, ὅπως πρῲ παρέσῃ ἔχων τοὺς ἱππέας ἐξωπλισμένους, ἵνα καὶ τὴν δύναμίν σου ἴδωμεν, καὶ ἅμα διὰ τῆς σῆς χώρας ἄξεις ἡμᾶς, ὅπως ἂν εἰδῶμεν ἅ τε δεῖ φίλια καὶ πολέμια ἡμᾶς νομίζειν.

τότε μὲν δὴ ταῦτʼ εἰπόντες ἀπῆλθον ἑκάτερος ἐπὶ τὰ προσήκοντα. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, παρῆν ὁ Γωβρύας ἔχων τοὺς ἱππέας, καὶ ἡγεῖτο. ὁ δὲ Κῦρος, ὥσπερ προσήκει ἀνδρὶ ἄρχοντι, οὐ μόνον τῷ πορεύεσθαι τὴν ὁδὸν προσεῖχε τὸν νοῦν, ἀλλʼ ἅμα προϊὼν ἐπεσκοπεῖτο εἴ τι δυνατὸν εἴη τοὺς πολεμίους ἀσθενεστέρους ποιεῖν ἢ αὑτοὺς ἰσχυροτέρους.

καλέσας οὖν τὸν Ὑρκάνιον καὶ τὸν Γωβρύαν ʽτούτους γὰρ ἐνόμιζεν εἰδέναι μάλιστα ὧν αὐτὸς ᾤετο δεῖσθαι μαθεῖν̓, ἐγώ τοι, ἔφη, ὦ ἄνδρες φίλοι, οἶμαι σὺν ὑμῖν ἂν ὡς πιστοῖς βουλευόμενος περὶ τοῦ πολέμου τοῦδε οὐκ ἂν ἐξαμαρτάνειν· ὁρῶ γὰρ ὅτι μᾶλλον ὑμῖν ἢ ἐμοὶ σκεπτέον ὅπως ὁ Ἀσσύριος ἡμῶν μὴ ἐπικρατήσει. ἐμοὶ μὲν γάρ, ἔφη, τῶνδε ἀποσφαλέντι ἔστιν ἴσως καὶ ἄλλη ἀποστροφή· ὑμῖν δʼ, εἰ οὗτος ἐπικρατήσει, ὁρῶ ἅμα πάντα τὰ ὄντα ἀλλότρια γιγνόμενα.

καὶ γὰρ ἐμοὶ μὲν πολέμιός ἐστιν, οὐκ ἐμὲ μισῶν, ἀλλʼ οἰόμενος ἀσύμφορον αὑτῷ μεγάλους εἶναι ἡμᾶς, καὶ στρατεύει διὰ τοῦτο ἐφʼ ἡμᾶς· ὑμᾶς δὲ καὶ μισεῖ, ἀδικεῖσθαι νομίζων ὑφʼ ὑμῶν. πρὸς ταῦτα ἀπεκρίναντο ἀμφότεροι κατὰ ταὐτά, περαίνειν ὅ τι μέλλει ὡς ταῦτʼ εἰδόσι σφίσι καὶ μέλον αὐτοῖς ἰσχυρῶς ὅπῃ τὸ μέλλον ἀποβήσοιτο.

ἐνταῦθα δὴ ἤρξατο ὧδε· λέξατε δή μοι, ἔφη, ὑμᾶς νομίζει μόνους πολεμικῶς ἔχειν ὁ Ἀσσύριος πρὸς ἑαυτόν, ἢ ἐπίστασθε καὶ ἄλλον τινὰ αὐτῷ πολέμιον; ναὶ μὰ Δίʼ, ἔφη, ὁ Ὑρκάνιος, πολεμιώτατοι μέν εἰσιν αὐτῷ Καδούσιοι, ἔθνος πολύ τε καὶ ἄλκιμον· Σάκαι γε μὴν ὅμοροι ἡμῖν, οἳ κακὰ πολλὰ πεπόνθασιν ὑπὸ τοῦ Ἀσσυρίου· ἐπειρᾶτο γὰρ κἀκείνους ὥσπερ καὶ ἡμᾶς καταστρέψασθαι.

οὐκοῦν, ἔφη, οἴεσθε νῦν αὐτοὺς ἀμφοτέρους ἡδέως ἂν ἐπιβῆναι μεθʼ ἡμῶν τῷ Ἀσσυρίῳ; ἔφασαν καὶ σφόδρʼ ἄν, εἴ πῄ γε δύναιντο συμμεῖξαι. τί δʼ, ἔφη, ἐν μέσῳ ἐστὶ τοῦ συμμεῖξαι; Ἀσσύριοι, ἔφασαν, τὸ αὐτὸ ἔθνος διʼ οὗπερ νυνὶ πορεύῃ.

ἐπεὶ δὲ ταῦτα ἤκουσεν ὁ Κῦρος, τί γάρ, ἔφη, ὦ Γωβρύα, οὐ σὺ τοῦ νεανίσκου τούτου ὃς νῦν εἰς τὴν βασιλείαν καθέστηκεν ὑπερηφανίαν πολλήν τινα τοῦ τρόπου κατηγόρεις; τοιαῦτα γάρ, οἶμαι, ἔφη ὁ Γωβρύας, ἔπαθον ὑπʼ αὐτοῦ. πότερα δῆτα, ἔφη ὁ Κῦρος, εἰς σὲ μόνον τοιοῦτος ἐγένετο ἢ καὶ εἰς ἄλλους τινάς;

νὴ Δίʼ, ἔφη ὁ Γωβρύας, καὶ εἰς ἄλλους γε πολλούς· ἀλλὰ τοὺς μὲν ἀσθενοῦντας οἷα ὑβρίζει τί δεῖ λέγειν; ἑνὸς δὲ ἀνδρὸς πολὺ δυνατωτέρου ἢ ἐγὼ υἱόν, καὶ ἐκείνου ἑταῖρον ὄντα ὥσπερ τὸν ἐμόν, συμπίνοντα παρʼ ἑαυτῷ συλλαβὼν ἐξέτεμεν, ὡς μέν τινες ἔφασαν, ὅτι ἡ παλλακὴ αὐτοῦ ἐπῄνεσεν αὐτὸν ὡς καλὸς εἴη καὶ ἐμακάρισε τὴν μέλλουσαν αὐτῷ γυναῖκα ἔσεσθαι· ὡς δʼ αὐτὸς νῦν λέγει, ὅτι ἐπείρασεν αὐτοῦ τὴν παλλακίδα. καὶ νῦν οὗτος εὐνοῦχος μέν ἐστι, τὴν δʼ ἀρχὴν ἔχει, ἐπεὶ ὁ πατὴρ αὐτοῦ ἐτελεύτησεν.

οὐκοῦν, ἔφη, οἴει ἂν καὶ τοῦτον ἡδέως ἡμᾶς ἰδεῖν, εἰ οἴοιτο αὑτῷ βοηθοὺς ἂν γενέσθαι; εὖ μὲν οὖν, ἔφη, οἶδα, ὁ Γωβρύας· ἀλλʼ ἰδεῖν τοι αὐτὸν χαλεπόν ἐστιν, ὦ Κῦρε. πῶς; ἔφη ὁ Κῦρος. ὅτι εἰ μέλλει τις ἐκείνῳ συμμείξειν, παρʼ αὐτὴν τὴν Βαβυλῶνα δεῖ παριέναι.

τί οὖν, ἔφη, τοῦτο χαλεπόν; ὅτι νὴ Δίʼ, ἔφη ὁ Γωβρύας, οἶδα ἐξελθοῦσαν ἂν δύναμιν ἐξ αὐτῆς πολλαπλασίαν ἧς σὺ ἔχεις νῦν· εὖ δʼ ἴσθι ὅτι καὶ διʼ αὐτὸ τοῦτο ἧττόν σοι νῦν ἢ τὸ πρότερον Ἀσσύριοι καὶ τὰ ὅπλα ἀποφέρουσι καὶ τοὺς ἵππους ἀπάγουσιν, ὅτι τοῖς ἰδοῦσιν αὐτῶν ὀλίγη ἔδοξεν εἶναι ἡ σὴ δύναμις· καὶ ὁ λόγος οὗτος πολὺς ἤδη ἔσπαρται· δοκεῖ δέ μοι, ἔφη, βέλτιον εἶναι φυλαττομένους πορεύεσθαι.

καὶ ὁ Κῦρος ἀκούσας τοῦ Γωβρύα τοιαῦτα τοιάδε πρὸς αὐτὸν ἔλεξε. καλῶς μοι δοκεῖς λέγειν, ὦ Γωβρύα, κελεύων ὡς ἀσφαλέστατα τὰς πορείας ποιεῖσθαι. ἔγωγʼ οὖν σκοπῶν οὐ δύναμαι ἐννοῆσαι ἀσφαλεστέραν οὐδεμίαν πορείαν ἡμῖν τῆς πρὸς αὐτὴν Βαβυλῶνα εἶναι, εἰ ἐκεῖ τῶν πολεμίων ἐστὶ τὸ κράτιστον. πολλοὶ μὲν γάρ εἰσιν, ὡς σὺ φῄς· εἰ δὲ θαρρήσουσι, καὶ δεινοὶ ἡμῖν, ὡς ἐγώ φημι, ἔσονται.

μὴ ὁρῶντες μὲν οὖν ἡμᾶς, ἀλλʼ οἰόμενοι ἀφανεῖς εἶναι διὰ τὸ φοβεῖσθαι ἐκείνους, σάφʼ ἴσθι, ἔφη, ὅτι τοῦ μὲν φόβου ἀπαλλάξονται ὃς αὐτοῖς ἐνεγένετο, θάρρος δʼ ἐμφύσεται ἀντὶ τούτου τοσούτῳ μεῖζον ὅσῳ ἂν πλείονα χρόνον ἡμᾶς μὴ ὁρῶσιν· ἢν δὲ ἤδη ἴωμεν ἐπʼ αὐτούς, πολλοὺς μὲν αὐτῶν εὑρήσομεν ἔτι κλαίοντας τοὺς ἀποθανόντας ὑφʼ ἡμῶν, πολλοὺς δʼ ἔτι τραύματα ἐπιδεδεμένους ἃ ὑπὸ τῶν ἡμετέρων ἔλαβον, πάντας δʼ ἔτι μεμνημένους τῆς μὲν τοῦδε τοῦ στρατεύματος τόλμης, τῆς δʼ αὑτῶν φυγῆς τε καὶ συμφορᾶς.

εὖ δʼ ἴσθι, ἔφη, ὦ Γωβρύα, ἵνα καὶ τοῦτʼ εἰδῇς, οἱ πολλοὶ ἄνθρωποι, ὅταν μὲν θαρρῶσιν, ἀνυπόστατον τὸ φρόνημα παρέχονται· ὅταν δὲ δείσωσιν, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ μείζω καὶ ἐκπεπληγμένον μᾶλλον τὸν φόβον κέκτηνται.

ἐκ πολλῶν μὲν γὰρ καὶ κακῶν λόγων ηὐξημένος αὐτοῖς πάρεστιν , ἐκ πολλῶν δὲ καὶ πονηρῶν χρωμάτων, ἐκ πολλῶν δὲ καὶ δυσθύμων τε καὶ ἐξεστηκότων προσώπων ἥθροισται. ὥσθʼ ὑπὸ τοῦ μεγέθους οὐ ῥᾴδιον αὐτόν ἐστιν οὔτε λόγοις κατασβέσαι οὔτε προσάγοντα πολεμίοις μένος ἐμβαλεῖν οὔτε ἀπάγοντα ἀναθρέψαι τὸ φρόνημα, ἀλλʼ ὅσῳ ἂν μᾶλλον αὐτοῖς θαρρεῖν παρακελεύῃ, τοσούτῳ ἐν δεινοτέροις ἡγοῦνται εἶναι.

ἐκεῖνο μέντοι νὴ Δίʼ, ἔφη, σκεψώμεθα ἀκριβῶς ὅπως ἔχει. εἰ μὲν γὰρ τὸ ἀπὸ τοῦδε αἱ νῖκαι ἔσονται ἐν τοῖς πολεμικοῖς ἔργοις ὁπότεροι ἂν πλείονα ὄχλον ἀπαριθμήσωσιν, ὀρθῶς καὶ σὺ φοβῇ περὶ ἡμῶν καὶ ἡμεῖς τῷ ὄντι ἐν δεινοῖς ἐσμεν· εἰ μέντοι ὥσπερ πρόσθεν διὰ τοὺς εὖ μαχομένους ἔτι καὶ νῦν αἱ μάχαι κρίνονται, θαρρῶν οὐδὲν ἂν σφαλείης· πολὺ μὲν γὰρ σὺν τοῖς θεοῖς πλείονας εὑρήσεις παρʼ ἡμῖν τοὺς θέλοντας μάχεσθαι ἢ παρʼ ἐκείνοις·

ὡς δʼ ἔτι μᾶλλον θαρρῇς, καὶ τόδε κατανόησον· οἱ μὲν γὰρ πολέμιοι πολὺ μὲν ἐλάττονές εἰσι νῦν ἢ πρὶν ἡττηθῆναι ὑφʼ ἡμῶν, πολὺ δʼ ἐλάττονες ἢ ὅτε ἀπέδρασαν ἡμᾶς· ἡμεῖς δὲ καὶ μείζονες νῦν, ἐπεὶ νενικήκαμεν, καὶ ἰσχυρότεροι, ἐπεὶ ὑμεῖς ἡμῖν προσγεγένησθε· μὴ γὰρ ἔτι ἀτίμαζε μηδὲ τοὺς σούς, ἐπεὶ σὺν ἡμῖν εἰσι· σὺν γὰρ τοῖς νικῶσι, σάφʼ ἴσθι, ὦ Γωβρύα, θαρροῦντες καὶ οἱ ἀκόλουθοι ἕπονται.

μὴ λανθανέτω δέ σε μηδὲ τοῦτο, ἔφη, ὅτι ἔξεστι μὲν τοῖς πολεμίοις καὶ νῦν ἰδεῖν ἡμᾶς· γοργότεροι δέ, σάφʼ ἴσθι, οὐδαμῶς ἂν αὐτοῖς φανείημεν ἢ ἰόντες ἐπʼ ἐκείνους. ὡς οὖν ἐμοῦ ταῦτα γιγνώσκοντος ἄγε ἡμᾶς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος.