Economics

Xenophon

Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἐνταῦθα δὴ ἐγὼ εἶπον· πῶς οὖν, ὦ Ἰσχόμαχε, εἰ οὕτω γε καὶ ῥᾴδιά ἐστι μαθεῖν τὰ περὶ τὴν γεωργίαν καὶ πάντες ὁμοίως ἴσασιν ἃ δεῖ ποιεῖν, οὐχὶ καὶ πάντες πράττουσιν ὁμοίως, ἀλλʼ οἱ μὲν αὐτῶν ἀφθόνως τε ζῶσι καὶ περιττὰ ἔχουσιν, οἱ δʼ οὐδὲ τὰ ἀναγκαῖα δύνανται πορίζεσθαι, ἀλλὰ καὶ προσοφείλουσιν;

ἐγὼ δή σοι λέξω, ὦ Σώκρατες, ἔφη ὁ Ἰσχόμαχος. οὐ γὰρ ἡ ἐπιστήμη οὐδʼ ἡ ἀνεπιστημοσύνη τῶν γεωργῶν ἐστιν ἡ ποιοῦσα τοὺς μὲν εὐπορεῖν, τοὺς δὲ ἀπόρους εἶναι·

οὐδʼ ἂν ἀκούσαις, ἔφη, λόγου οὕτω διαθέοντος ὅτι διέφθαρται ὁ οἶκος, διότι οὐχ ὁμαλῶς ὁ σπορεὺς ἔσπειρεν, οὐδʼ ὅτι οὐκ ὀρθῶς τοὺς ὄρχους ἐφύτευσεν, οὐδʼ ὅτι ἀγνοήσας τις τὴν [;γῆν]; φέρουσαν ἀμπέλους ἐν ἀφόρῳ ἐφύτευσεν, οὐδʼ ὅτι ἠγνόησέ τις ὅτι ἀγαθόν ἐστι τῷ σπόρῳ νεὸν προεργάζεσθαι, οὐδʼ ὅτι ἠγνόησέ τις ὡς ἀγαθόν ἐστι τῇ γῇ κόπρον μιγνύναι·

ἀλλὰ πολὺ μᾶλλον ἔστιν ἀκοῦσαι, ἁνὴρ οὐ λαμβάνει σῖτον ἐκ τοῦ ἀγροῦ· οὐ γὰρ ἐπιμελεῖται ὡς αὐτῷ σπείρηται ἢ ὡς κόπρος γίγνηται. οὐδʼ οἶνον ἔχει ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται ὡς φυτεύσῃ ἀμπέλους οὐδὲ αἱ οὖσαι ὅπως φέρωσιν αὐτῷ. οὐδὲ ἔλαιον οὐδὲ σῦκα ἔχει ἁνήρ· οὐ γὰρ ἐπιμελεῖται οὐδὲ ποιεῖ ὅπως ταῦτα ἔχῃ.

τοιαῦτʼ, ἔφη, ἐστίν, ὦ Σώκρατες, ἃ διαφέροντες ἀλλήλων οἱ γεωργοὶ διαφερόντως καὶ πράττουσι πολὺ μᾶλλον ἢ [;οἱ]; δοκοῦντες σοφόν τι ηὑρηκέναι εἰς τὰ ἔργα.

καὶ οἱ στρατηγοὶ ἔστιν ἐν οἷς τῶν στρατηγικῶν ἔργων οὐ γνώμῃ διαφέροντες ἀλλήλων οἱ μὲν βελτίονες οἱ δὲ χείρονές εἰσιν, ἀλλὰ σαφῶς ἐπιμελείᾳ. ἃ γὰρ καὶ οἱ στρατηγοὶ γιγνώσκουσι πάντες καὶ τῶν ἰδιωτῶν οἱ πλεῖστοι, ταῦτα οἱ μὲν ποιοῦσι τῶν ἀρχόντων οἱ δʼ οὔ.

οἷον καὶ τόδε γιγνώσκουσιν ἅπαντες ὅτι διὰ πολεμίας πορευομένους βέλτιόν ἐστι τεταγμένους πορεύεσθαι οὕτως ὡς ἂν ἄριστα μάχοιντο, εἰ δέοι. τοῦτο τοίνυν γιγνώσκοντες οἱ μὲν ποιοῦσιν οὕτως οἱ δʼ οὐ ποιοῦσι.

φυλακὰς ἅπαντες ἴσασιν ὅτι βέλτιόν ἐστι καθιστάναι καὶ ἡμερινὰς καὶ νυκτερινὰς πρὸ τοῦ στρατοπέδου. ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπιμελοῦνται ὡς ἔχῃ οὕτως, οἱ δʼ οὐκ ἐπιμελοῦνται.

ὅταν τε αὖ διὰ στενοπόρων ἴωσιν, οὐ πάνυ χαλεπὸν εὑρεῖν ὅστις οὐ γιγνώσκει ὅτι προκαταλαμβάνειν τὰ ἐπίκαιρα κρεῖττον ἢ μή; ἀλλὰ καὶ τούτου οἱ μὲν ἐπιμελοῦνται οὕτω ποιεῖν, οἱ δʼ οὔ.

ἀλλὰ καὶ κόπρον λέγουσι μὲν πάντες ὅτι ἄριστον εἰς γεωργίαν ἐστὶ καὶ ὁρῶσι δὲ αὐτομάτην γιγνομένην· ὅμως δὲ καὶ ἀκριβοῦντες ὡς γίγνεται, καὶ ῥᾴδιον ὂν πολλὴν ποιεῖν, οἱ μὲν καὶ τούτου ἐπιμελοῦνται ὅπως ἁθροίζηται, οἱ δὲ παραμελοῦσι.

καίτοι ὕδωρ μὲν ὁ ἄνω θεὸς παρέχει, τὰ δὲ κοῖλα πάντα τέλματα γίγνεται, ἡ γῆ δὲ ὕλην παντοίαν παρέχει, καθαίρειν δὲ δεῖ τὴν γῆν τὸν μέλλοντα σπείρειν· ἃ δʼ ἐκποδὼν ἀναιρεῖται, ταῦτα εἴ τις ἐμβάλλοι εἰς τὸ ὕδωρ, ὁ χρόνος ἤδη αὐτὸς ἂν ποιοίη οἷς ἡ γῆ ἥδεται. ποία μὲν γὰρ ὕλη, ποία δὲ γῆ ἐν ὕδατι στασίμῳ οὐ κόπρος γίγνεται;

καὶ ὁπόσα δὲ θεραπείας δεῖται ἡ γῆ, ὑγροτέρα γε οὖσα πρὸς τὸν σπόρον ἢ ἁλμωδεστέρα πρὸς φυτείαν, καὶ ταῦτα γιγνώσκουσι μὲν πάντες καὶ ὡς τὸ ὕδωρ ἐξάγεται τάφροις καὶ ὡς ἡ ἅλμη κολάζεται μιγνυμένη πᾶσι τοῖς ἀνάλμοις, καὶ ὑγροῖς [;τε]; καὶ ξηροῖς· ἀλλὰ καὶ τούτων ἐπιμελοῦνται οἱ μὲν οἱ δʼ οὔ.

εἰ δέ τις παντάπασιν ἀγνὼς εἴη τί δύναται φέρειν ἡ γῆ, καὶ μήτε ἰδεῖν ἔχοι καρπὸν μηδὲ φυτὸν αὐτῆς, μήτε ὅτου ἀκούσαι τὴν ἀλήθειαν περὶ αὐτῆς ἔχοι, οὐ πολὺ μὲν ῥᾷον γῆς πεῖραν λαμβάνειν παντὶ ἀνθρώπῳ ἢ ἵππου, πολὺ δὲ ῥᾷον ἢ ἀνθρώπου; οὐ γὰρ ἔστιν ὅ τι ἐπὶ ἀπάτῃ δείκνυσιν, ἀλλʼ ἁπλῶς ἅ τε δύναται καὶ ἃ μὴ σαφηνίζει τε καὶ ἀληθεύει.

δοκεῖ δέ μοι ἡ γῆ καὶ τοὺς κακούς τε καὶ ἀργοὺς τῷ εὔγνωστα καὶ εὐμαθῆ πάντα παρέχειν ἄριστα ἐξετάζειν. οὐ γὰρ ὥσπερ τὰς ἄλλας τέχνας τοῖς μὴ ἐργαζομένοις ἔστι προφασίζεσθαι ὅτι οὐκ ἐπίστανται, γῆν δὲ πάντες οἴδασιν ὅτι εὖ πάσχουσα εὖ ποιεῖ·

ἀλλʼ ἡ ἐν γῇ ἀργία ἐστὶ σαφὴς ψυχῆς κατήγορος κακῆς. ὡς μὲν γὰρ ἂν δύναιτο ἄνθρωπος ζῆν ἄνευ τῶν ἐπιτηδείων, οὐδεὶς τοῦτο αὐτὸς αὑτὸν πείθει· ὁ δὲ μήτε ἄλλην τέχνην χρηματοποιὸν ἐπιστάμενος μήτε γεωργεῖν ἐθέλων φανερὸν ὅτι κλέπτων ἢ ἁρπάζων ἢ προσαιτῶν διανοεῖται βιοτεύειν, ἢ παντάπασιν ἀλόγιστός ἐστι.

μέγα δὲ ἔφη διαφέρειν εἰς τὸ λυσιτελεῖν γεωργίαν καὶ μὴ λυσιτελεῖν, ὅταν ὄντων ἐργαστήρων καὶ πλεόνων ὁ μὲν ἔχῃ τινὰ ἐπιμέλειαν ὡς τὴν ὥραν αὐτῷ ἐν τῷ ἔργῳ οἱ ἐργάται ὦσιν, ὁ δὲ μὴ ἐπιμελῆται τούτου. ῥᾳδίως γὰρ ἀνὴρ εἷς παρὰ τοὺς δέκα διαφέρει τῷ ἐν ὥρᾳ ἐργάζεσθαι, καὶ ἄλλος γε ἀνὴρ διαφέρει τῷ πρὸ τῆς ὥρας ἀπιέναι.

τὸ δὲ δὴ ἐᾶν ῥᾳδιουργεῖν διʼ ὅλης τῆς ἡμέρας τοὺς ἀνθρώπους ῥᾳδίως τὸ ἥμισυ διαφέρει τοῦ ἔργου παντός.

ὥσπερ καὶ ἐν ταῖς ὁδοιπορίαις παρὰ στάδια διακόσια ἔστιν ὅτε τοῖς ἑκατὸν σταδίοις διήνεγκαν ἀλλήλων ἄνθρωποι τῷ τάχει, ἀμφότεροι καὶ νέοι ὄντες καὶ ὑγιαίνοντες, ὅταν ὁ μὲν πράττῃ ἐφʼ ᾧπερ ὥρμηται, βαδίζων, ὁ δὲ ῥᾳστωνεύῃ τῇ ψυχῇ καὶ παρὰ κρήναις καὶ ὑπὸ σκιαῖς ἀναπαυόμενός τε καὶ θεώμενος καὶ αὔρας θηρεύων μαλακάς.

οὕτω δὲ καὶ ἐν τοῖς ἔργοις πολὺ διαφέρουσιν εἰς τὸ ἁνύτειν οἱ πράττοντες ἐφʼ ᾧπερ τεταγμένοι εἰσί, καὶ οἱ μὴ πράττοντες ἀλλʼ εὑρίσκοντες προφάσεις τοῦ μὴ ἐργάζεσθαι καὶ ἐώμενοι ῥᾳδιουργεῖν.

τὸ δὲ δὴ καὶ τὸ καλῶς ἐργάζεσθαι ἢ κακῶς ἐπιμελεῖσθαι, τοῦτο δὴ τοσοῦτον διαφέρει ὅσον ἢ ὅλως ἐργάζεσθαι ἢ ὅλως ἀργὸν εἶναι. ὅταν σκαπτόντων, ἵνα ὕλης καθαραὶ αἱ ἄμπελοι γένωνται, οὕτω σκάπτωσιν ὥστε πλείω καὶ καλλίω τὴν ὕλην γίγνεσθαι, πῶς τοῦτο οὐκ ἀργὸν ἂν φήσαις εἶναι;