Economics

Xenophon

Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἔστι δʼ οὖν, ἔφην ἐγώ, τῆς γεωργικῆς τέχνης καὶ ἡ τῶν δένδρων φυτεία; ἔστι γὰρ οὖν, ἔφη ὁ Ἰσχόμαχος. πῶς ἂν οὖν, ἔφην ἐγώ, τὰ μὲν ἀμφὶ τὸν σπόρον ἐπισταίμην, τὰ δʼ ἀμφὶ τὴν φυτείαν οὐκ ἐπίσταμαι;

οὐ γὰρ σύ, ἔφη ὁ Ἰσχόμαχος, ἐπίστασαι· πῶς; ἐγὼ ἔφην, ὅστις μήτʼ ἐν ὁποίᾳ τῇ γῇ δεῖ φυτεύειν οἶδα μήτε ὁπόσον βάθος ὀρύττειν τὸ φυτὸν μήτε ὁπόσον πλάτος μήτε ὁπόσον μῆκος τὸ φυτὸν ἐμβάλλειν μήτε ὅπως ἂν ἐν τῇ γῇ κείμενον τὸ φυτὸν μάλιστʼ ἂν βλαστάνοι.

ἴθι δή, ἔφη ὁ Ἰσχόμαχος, μάνθανε ὅ τι μὴ ἐπίστασαι. βοθύνους μὲν γὰρ οἵους ὀρύττουσι τοῖς φυτοῖς οἶδʼ ὅτι ἑώρακας, ἔφη. καὶ πολλάκις ἔγωγʼ, ἔφην. ἤδη τινὰ οὖν αὐτῶν εἶδες βαθύτερον τριπόδου; οὐδὲ μὰ Δίʼ ἔγωγʼ, ἔφην, πενθημιποδίου. τί δέ, τὸ πλάτος ἤδη τινὰ τριπόδου πλέον εἶδες; οὐδὲ μὰ Δίʼ, ἔφην ἐγώ, διπόδου.

ἴθι δή, ἔφη, καὶ τόδε ἀπόκριναί μοι· ἤδη τινὰ εἶδες τὸ βάθος ἐλάττονα ποδιαίου; οὐδὲ μὰ Δίʼ, ἔφην, ἔγωγε τριημιποδίου. καὶ γὰρ ἐξορύττοιτο ἂν σκαπτόμενα, ἔφην ἐγώ, τὰ φυτά, εἰ λίαν γε οὕτως ἐπιπολῆς πεφυτευμένα εἴη.

οὐκοῦν τοῦτο μέν, ἔφη, ὦ Σώκρατες, ἱκανῶς οἶσθα, ὅτι οὔτε βαθύτερον πενθημιποδίου ὀρύττουσιν οὔτε βραχύτερον τριημιποδίου. ἀνάγκη γάρ, ἔφην ἐγώ, τοῦτο ὁρᾶσθαί γε οὕτω καταφανὲς ὄν.

τί δέ, ἔφη, ξηροτέραν καὶ ὑγροτέραν γῆν γιγνώσκεις ὁρῶν; ξηρὰ μὲν γοῦν μοι δοκεῖ, ἔφην ἐγώ, εἶναι ἡ περὶ τὸν Λυκαβηττὸν καὶ ἡ ταύτῃ ὁμοία, ὑγρὰ δὲ ἡ ἐν τῷ Φαληρικῷ ἕλει καὶ ἡ ταύτῃ ὁμοία.

πότερα οὖν, ἔφη, ἐν τῇ ξηρᾷ ἂν βαθὺν ὀρύττοις βόθρον τῷ φυτῷ ἢ ἐν τῇ ὑγρᾷ; ἐν τῇ ξηρᾷ νὴ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ ἔν γε τῇ ὑγρᾷ ὀρύττων βαθύν, ὕδωρ ἂν εὑρίσκοις καὶ οὐκ ἂν δύναιο ἔτι ἐν ὕδατι φυτεύειν. καλῶς μοι δοκεῖς, ἔφη, λέγειν. οὐκοῦν ἐπειδὰν ὀρωρυγμένοι ὦσιν οἱ βόθροι, ὁπηνίκα δεῖ τιθέναι ἑκάτερα τὰ φυτὰ ἤδη εἶδες;

μάλιστα, ἔφην ἐγώ. σὺ οὖν βουλόμενος ὡς τάχιστα φῦναι αὐτὰ πότερον ὑποβαλὼν ἂν τῆς γῆς τῆς εἰργασμένης οἴει τὸν βλαστὸν τοῦ κλήματος θᾶττον χωρεῖν διὰ τῆς μαλακῆς ἢ διὰ τῆς ἀργοῦ εἰς τὸ σκληρόν; Δῆλον, ἔφην ἐγώ, ὅτι διὰ τῆς εἰργασμένης θᾶττον ἂν ἢ διὰ τῆς ἀργοῦ βλαστάνοι.

οὐκοῦν ὑποβλητέα ἂν εἴη τῷ φυτῷ γῆ. τί δʼ οὐ μέλλει; ἔφην ἐγώ. πότερα δὲ ὅλον τὸ κλῆμα ὀρθὸν τιθεὶς πρὸς τὸν οὐρανὸν βλέπον ἡγῇ μᾶλλον ἂν ῥιζοῦσθαι αὐτὸ ἢ καὶ πλάγιόν τι ὑπὸ τῇ ὑποβεβλημένῃ γῇ θείης ἄν, ὥστε κεῖσθαι ὥσπερ γάμμα ὕπτιον;

οὕτω νὴ Δία· πλείους γὰρ ἂν οἱ ὀφθαλμοὶ κατὰ τῆς γῆς εἶεν· ἐκ δὲ τῶν ὀφθαλμῶν καὶ ἄνω ὁρῶ βλαστάνοντα τὰ φυτά. καὶ τοὺς κατὰ τῆς γῆς οὖν ὀφθαλμοὺς ἡγοῦμαι τὸ αὐτὸ τοῦτο ποιεῖν. πολλῶν δὲ φυομένων βλαστῶν κατὰ τῆς γῆς ταχὺ ἂν καὶ ἰσχυρὸν τὸ φυτὸν ἡγοῦμαι βλαστάνειν.