Economics

Xenophon

Xenophontis Opera omnia Volume II Oeconomicus, Convivium, Apologia SocratisXenophon, creator; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor

ἐμοὶ μέν, ὦ Ἰσχόμαχε, δοκεῖ κράτιστον εἶναι παντὸς μετέχειν τοῦ σπόρου. πολὺ γὰρ νομίζω κρεῖττον εἶναι ἀεὶ ἀρκοῦντα σῖτον λαμβάνειν ἢ ποτὲ μὲν πάνυ πολὺν ποτὲ δὲ μηδʼ ἱκανόν. καὶ τοῦτο τοίνυν σύγε, ἔφη, ὦ Σώκρατες, ὁμογνωμονεῖς ἐμοὶ ὁ μανθάνων τῷ διδάσκοντι, καὶ ταῦτα πρόσθεν ἐμοῦ τὴν γνώμην ἀποφαινόμενος.

τί γάρ, ἔφην ἐγώ, ἐν τῷ ῥίπτειν τὸ σπέρμα ποικίλη τέχνη ἔνεστι; πάντως, ἔφη, ὦ Σώκρατες, ἐπισκεψώμεθα καὶ τοῦτο. ὅτι μὲν γὰρ ἐκ τῆς χειρὸς δεῖ ῥίπτεσθαι τὸ σπέρμα καὶ σύ που οἶσθα, ἔφη. καὶ γὰρ ἑώρακα, ἔφην ἐγώ. ῥίπτειν δέ γε, ἔφη, οἱ μὲν ὁμαλῶς δύνανται, οἱ δʼ οὔ. οὐκοῦν τοῦτο μέν, ἔφην ἐγώ, ἤδη μελέτης δεῖται ὥσπερ τοῖς κιθαρισταῖς ἡ χείρ, ὅπως δύνηται ὑπηρετεῖν τῇ γνώμῃ.

πάνυ μὲν οὖν, ἔφη· ἂν δέ γε ᾖ, ἔφη, ἡ γῆ ἡ μὲν λεπτοτέρα, ἡ δὲ παχυτέρα; τί τοῦτο, ἐγὼ ἔφην, λέγεις; ἆρά γε τὴν μὲν λεπτοτέραν ὅπερ ἀσθενεστέραν, τὴν δὲ παχυτέραν ὅπερ ἰσχυροτέραν; τοῦτʼ, ἔφη, λέγω, καὶ ἐρωτῶ γέ σε πότερον ἴσον ἂν ἑκατέρᾳ τῇ γῇ σπέρμα διδοίης ἢ ποτέρᾳ ἂν πλέον.

τῷ μὲν οἴνῳ, ἔφην, ἔγωγε νομίζω τῷ ἰσχυροτέρῳ πλέον ἐπιχεῖν ὕδωρ, καὶ ἀνθρώπῳ τῷ ἰσχυροτέρῳ πλέον βάρος, ἐὰν δέῃ τι φέρειν, ἐπιτιθέναι, κἂν δέῃ τρέφεσθαί τινας, τοῖς δυνατωτέροις τρέφειν ἂν τοὺς πλείους προστάξαιμι. εἰ δὲ ἡ ἀσθενὴς γῆ ἰσχυροτέρα, ἔφην ἐγώ, γίγνεται, ἄν τις πλείονα καρπὸν αὐτῇ ἐμβάλῃ, ὥσπερ τὰ ὑποζύγια, τοῦτο σύ με δίδασκε.

καὶ ὁ Ἰσχόμαχος γελάσας εἶπεν· ἀλλὰ παίζεις μὲν σύγε, ἔφη, ὦ Σώκρατες. εὖ γε μέντοι, ἔφη, ἴσθι, ἂν μὲν ἐμβαλὼν τὸ σπέρμα τῇ γῇ ἔπειτα ἐν ᾧ πολλὴν ἔχει τροφὴν ἡ γῆ ἀπὸ τοῦ οὐρανοῦ χλόης γενομένης ἀπὸ τοῦ σπέρματος καταστρέψῃς αὐτὸ πάλιν, τοῦτο γίγνεται σῖτος τῇ γῇ, καὶ ὥσπερ ὑπὸ κόπρου ἰσχὺς αὐτῇ ἐγγίγνεται· ἂν μέντοι ἐκτρέφειν ἐᾷς τὴν γῆν διὰ τέλους τὸ σπέρμα εἰς καρπόν, χαλεπὸν τῇ ἀσθενεῖ γῇ ἐς τέλος πολὺν καρπὸν ἐκφέρειν. καὶ συὶ δὲ ἀσθενεῖ χαλεπὸν πολλοὺς ἁδροὺς χοίρους ἐκτρέφειν.

λέγεις σύ, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τῇ ἀσθενεστέρᾳ γῇ μεῖον δεῖν τὸ σπέρμα ἐμβαλεῖν; ναὶ μὰ Δίʼ, ἔφη, ὦ Σώκρατες, καὶ σύ γε συνομολογεῖς, λέγων ὅτι νομίζεις τοῖς ἀσθενεστέροις πᾶσι μείω προστάττειν πράγματα.

τοὺς δὲ δὴ σκαλέας, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, τίνος ἕνεκα ἐμβάλλετε τῷ σίτῳ; οἶσθα δήπου, ἔφη, ὅτι ἐν τῷ χειμῶνι πολλὰ ὕδατα γίγνεται. τί γὰρ οὔ; ἔφην ἐγώ. οὐκοῦν θῶμεν τοῦ σίτου καὶ κατακρυφθῆναί τινα ὑπʼ αὐτῶν ἰλύος ἐπιχυθείσης καὶ ψιλωθῆναί τινας ῥίζας ὑπὸ ῥεύματος. καὶ ὕλη δὲ πολλάκις ὑπὸ τῶν ὑδάτων δήπου συνεξορμᾷ τῷ σίτῳ καὶ παρέχει πνιγμὸν αὐτῷ. πάντα, ἔφην ἐγώ, εἰκὸς ταῦτα γίγνεσθαι.

οὐκοῦν δοκεῖ σοι, ἔφη, ἐνταῦθα ἤδη ἐπικουρίας τινὸς δεῖσθαι ὁ σῖτος; πάνυ μὲν οὖν, ἔφην ἐγώ. τῷ οὖν κατιλυθέντι τί ἂν ποιοῦντες δοκοῦσιν ἄν σοι ἐπικουρῆσαι; ἐπικουφίσαντες, ἔφην ἐγώ, τὴν γῆν. τί δέ, ἔφη, τῷ ἐψιλωμένῳ τὰς ῥίζας; ἀντιπροσαμησάμενοι τὴν γῆν ἄν, ἔφην ἐγώ.

τί γάρ, ἔφη, ἂν ὕλη πνίγῃ συνεξορμῶσα τῷ σίτῳ καὶ διαρπάζουσα τοῦ σίτου τὴν τροφὴν ὥσπερ οἱ κηφῆνες διαρπάζουσιν ἄχρηστοι ὄντες τῶν μελιττῶν ἃ ἂν ἐκεῖναι ἐργασάμεναι τροφὴν καταθῶνται; ἐκκόπτειν ἂν νὴ Δία [;τὴν τροφὴν]; δέοι τὴν ὕλην, ἔφην ἐγώ, ὥσπερ τοὺς κηφῆνας ἐκ τῶν σμηνῶν ἀφαιρεῖν.

οὐκοῦν, ἔφη, εἰκότως σοι δοκοῦμεν ἐμβαλεῖν τοὺς σκαλέας; πάνυ γε. ἀτὰρ ἐνθυμοῦμαι, ἔφην ἐγώ, ὦ Ἰσχόμαχε, οἷόν ἐστι τὸ εὖ τὰς εἰκόνας ἐπάγεσθαι. πάνυ γὰρ σύ με ἐξώργισας πρὸς τὴν ὕλην τοὺς κηφῆνας εἰπών, πολὺ μᾶλλον ἢ ὅτε περὶ αὐτῆς τῆς ὕλης ἔλεγες.